Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.223 Joseph. AJ 9.228 (English) >>Joseph. AJ 9.232

9.226ἐπεὶ δὲ κατειλημμένην τὴν ὄψιν τοῦ βασιλέως ὑπὸ τῆς λέπρας εἶδον οἱ ἱερεῖς, ἔφραζόν τε αὐτῷ τὴν συμφορὰν καὶ ἐκέλευον ἐξιέναι τῆς πόλεως ὡς ἐναγῆ. δʼ ὑπʼ αἰσχύνης τε τοῦ συμβεβηκότος δεινοῦ καὶ τοῦ μηκέτʼ αὐτῷ παρρησίαν εἶναι τὸ κελευόμενον ἐποίει, τῆς ὑπὲρ ἄνθρωπον διανοίας καὶ τῶν διὰ τοῦτο εἰς τὸν θεὸν ἀσεβημάτων ταλαίπωρον οὕτως καὶ οἰκτρὰν ὑπομείνας δίκην. 9.227καὶ χρόνον μέν τινα διῆγεν ἔξω τῆς πόλεως ἰδιώτην ἀποζῶν βίον τοῦ παιδὸς αὐτῷ Ἰωθάμου τὴν ἀρχὴν παραλαβόντος, ἔπειτα ὑπὸ λύπης καὶ ἀθυμίας τῆς ἐπὶ τοῖς γεγενημένοις ἀπέθανεν, ἔτη μὲν βιώσας ὀκτὼ καὶ ἑξήκοντα, τούτων δὲ βασιλεύσας πεντηκονταδύο. ἐκηδεύθη δὲ μόνος ἐν τοῖς ἑαυτοῦ κήποις. 9.228

δὲ τοῦ Ἱεροβάμου παῖς Ζαχαρίας ἓξ μῆνας βασιλεύσας τῶν Ἰσραηλιτῶν δολοφονηθεὶς ἀπέθανεν ὑπὸ φίλου τινὸς Σελλήμου μὲν τοὔνομα Ἰαβήσου δὲ υἱοῦ, ὃς καὶ τὴν βασιλείαν μετʼ αὐτὸν παραλαβὼν οὐ πλείονα χρόνον ἡμερῶν αὐτὴν κατέσχε τριάκοντα. 9.229 γὰρ στρατηγὸς Μαναῆμος κατʼ ἐκεῖνον τὸν καιρὸν ὢν ἐν Θάρσῃ πόλει καὶ τὰ περὶ τὸν Ζαχαρίαν ἀκούσας ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἧκεν εἰς τὴν Σαμάρειαν, καὶ συμβαλὼν εἰς μάχην ἀναιρεῖ τὸν Σέλλημον καὶ βασιλέα καταστήσας ἑαυτὸν ἐκεῖθεν εἰς Θαψὰν παραγίνεται πόλιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.223 Joseph. AJ 9.228 (English) >>Joseph. AJ 9.232

Powered by PhiloLogic